Hi, ich brauche den Originalquellentext zu Cass. Dio., zu:
"Ich habe nun die Strafen für Ungehorsam verschärft, damit ihr euch aus Furch, ihnen zu verfallen, eines Besseren besinnt;hingegen habe ich den Gehorsam so viele und so große Belohnungen in Aussicht gestellt, wie sie sonst bei keiner Ruhmestat gewährt worden sind, alles, damit ihr euch dadurch, wenn schon durch keinen anderen Grund, bestimmen lasst zu heiraten und Kinder zu zeugen."
Was davon besagt genau dies auf griechisch? Leider kann ich dies auf http://www.sflt.ucl.ac.be/files/AClassFTP/TEXTES/DION_CASSIUS/hist_rom_56.txt nicht ersehen.
πικρῶς εὖ οἶδ´ ὅτι καὶ τραχέως δοκῶ ὑμῖν διαλέγεσθαι. ἀλλὰ πρῶτον μὲν λογίσασθε ὅτι καὶ οἱ ἰατροὶ συχνοὺς καὶ καίοντες καὶ τέμνοντες, ὅταν μὴ δύνωνται ἄλλως πως ὑγιεῖς γενέσθαι, θεραπεύουσιν, ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔθ´ ἡδέως αὐτὰ λέγω, ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦθ´ ὑμῖν ἐγκαλῶ ὅτι με ἐς τούτους τοὺς λόγους προηγάγετε, ὑμεῖς δ´ εἴπερ ἄχθεσθε τοῖς εἰρημένοις, μὴ ποιεῖτε ταῦτα ἐφ´ οἷς ἀναγκαίως κακῶς ἀκούετε. εἰ γὰρ δὴ δάκνει τινὰς ὑμῶν τὰ ὑπ´ ἐμοῦ λεγόμενα, πῶς οὐ πολὺ μᾶλλον καὶ ἐμὲ καὶ τοὺς ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ´ ὑμῶν ποιούμενα; οὐκοῦν εἴπερ ὡς ἀληθῶς ἀσχάλλετε, μεταβάλεσθε, ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψωμαι. ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τε ὅσα προσῆκον ἦν τὸν ἀγαθὸν νομοθέτην πρᾶξαι ἀνθρωπίνως προκατεστησάμην, οὐδ´ αὐτοὶ ἀγνοεῖτε. ἦν μὲν γὰρ οὐδὲ πρόσθεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας καὶ γάμων· καὶ γὰρ ἀπ´ ἀρχῆς εὐθὺς ἅμα τῇ πρώτῃ τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνομοθετήθη, καὶ μετὰ τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ἔδοξεν, ἃ περιττὸν ἂν εἴη καταλέγειν· ἐγὼ δὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειθοῦσιν, ἵνα φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς σωφρονίζοισθε, ἔθηκα δὲ καὶ ἆθλα τοῖς πειθαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα ἡλίκα καὶ ὅσα ἐπ´ οὐδεμιᾷ ἄλλῃ ἀνδραγαθίᾳ δίδοται, ἵν´ εἰ καὶ διὰ μηδὲν ἄλλο, διά γε ταῦτα καὶ γαμεῖν καὶ παιδοποιεῖν ἀναπείθοισθε. ἀλλ´ ὑμεῖς οὔτε ἐκείνων τινὸς ὀριγνηθέντες οὔτε τῶν ἐπιτιμίων τι φοβηθέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ πάντα αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. καὶ φατὲ μὲν τὸν εὔζωνον δὴ τοῦτον καὶ ἐλεύθερον βίον τὸν ἄγυνον καὶ ἄτεκνον ἐπανηρῆσθαι, λῃστῶν δὲ δὴ καὶ θηρίων τῶν ἀγριωτάτων οὐδὲν διαφέρετε.
